Ιησούς Χριστός: Εγώ είμαι η οδός και η αλήθεια και η ζωή. Κανείς δεν έρχεται προς τον Πατέρα, παρά διά μέσου εμού

Ἄς μή ταράσσεται ἡ καρδία σας· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.

Ἐν τῇ οἰκίᾳ τοῦ Πατρὸς μου εἶναι πολλὰ οἰκήματα· εἰ δὲ μή, ἤθελον σᾶς εἰπεῖ· ὑπάγω νὰ σᾶς ἑτοιμάσω τόπον·

καὶ ἀφοῦ ὑπάγω καὶ σᾶς ἑτοιμάσω τόπον, πάλιν ἔρχομαι καὶ θέλω σᾶς παραλάβει πρὸς ἐμαυτόν, διὰ νὰ εἶσθε καὶ σεῖς, ὅπου εἶμαι ἐγώ.

Καὶ ὅπου ἐγὼ ὑπάγω ἐξεύρετε, καὶ τὴν ὁδὸν ἐξεύρετε.

Λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· Κύριε, δὲν ἐξεύρομεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα νὰ ἐξεύρωμεν τὴν ὁδόν;

Λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς· Ἐγὼ εἶμαι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰμή δι᾿ ἐμοῦ.

Ἐὰν ἐγνωρίζετε ἐμέ, καὶ τὸν Πατέρα μου ἠθέλετε γνωρίσει. Καὶ ἀπὸ τοῦ νῦν γνωρίζετε αὐτὸν καὶ εἴδετε αὐτόν.

Λέγει πρὸς αὐτὸν ὁ Φίλιππος· Κύριε, δεῖξον εἰς ἡμᾶς τὸν Πατέρα καὶ ἀρκεῖ εἰς ἡμᾶς.

Λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς· Τόσον καιρὸν εἶμαι μεθ᾿ ὑμῶν, καὶ δὲν μὲ ἐγνώρισας, Φίλιππε; ὅστις εἶδεν ἐμὲ εἶδε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον εἰς ἡμᾶς τὸν Πατέρα;

Δὲν πιστεύεις ὅτι ἐγὼ εἶμαι ἐν τῷ Πατρὶ καὶ ὁ Πατήρ εἶναι ἐν ἐμοί; τοὺς λόγους, τοὺς ὁποίους ἐγὼ λαλῶ πρὸς ὑμᾶς, ἀπ᾿ ἐμαυτοῦ δὲν λαλῶ· ἀλλ᾿ ὁ Πατήρ ὁ μένων ἐν ἐμοὶ αὐτὸς ἐκτελεῖ τὰ ἔργα.

Πιστεύετέ μοι ὅτι ἐγὼ εἶμαι ἐν τῷ Πατρὶ καὶ ὁ Πατήρ εἶναι ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.

Ἀληθῶς, ἀληθῶς σᾶς λέγω, ὅστις πιστεύει εἰς ἐμέ, τὰ ἔργα τὰ ὁποῖα κάμνω καὶ ἐκεῖνος θέλει κάμει, καὶ μεγαλήτερα τούτων θέλει κάμει, διότι ἐγὼ ὑπάγω πρὸς τὸν Πατέρα μου,

καὶ ὅ, τι ἄν ζητήσητε ἐν τῷ ὀνόματί μου, θέλω κάμει τοῦτο, διὰ νὰ δοξασθῇ ὁ Πατήρ ἐν τῷ Υἱῷ.

Ἐὰν ζητήσητέ τι ἐν τῷ ὀνόματί μου, ἐγὼ θέλω κάμει αὐτό.

Ἐὰν μὲ ἀγαπᾶτε, τὰς ἐντολὰς μου φυλάξατε.

Καὶ ἐγὼ θέλω παρακαλέσει τὸν Πατέρα, καὶ θέλει σᾶς δώσει ἄλλον Παράκλητον, διὰ νὰ μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα,

τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ὁποῖον ὁ κόσμος δὲν δύναται νὰ λάβῃ, διότι δὲν βλέπει αὐτὸ οὐδὲ γνωρίζει αὐτό· σεῖς ὅμως γνωρίζετε αὐτό, διότι μένει μεθ᾿ ὑμῶν καὶ ἐν ὑμῖν θέλει εἶσθαι.

Δὲν θέλω σᾶς ἀφήσει ὀρφανούς· ἔρχομαι πρὸς ἐσᾶς.

Ἔτι ὀλίγον καὶ ὁ κόσμος πλέον δὲν μὲ βλέπει, σεῖς ὅμως μὲ βλέπετε, διότι ἐγὼ ζῶ καὶ σεῖς θέλετε ζῇ.

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σεῖς θέλετε γνωρίσει, ὅτι ἐγὼ εἶμαι ἐν τῷ Πατρὶ μου καὶ σεῖς ἐν ἐμοὶ καὶ ἐγὼ ἐν ὑμῖν.

Ὁ ἔχων τὰς ἐντολὰς μου καὶ φυλάττων αὐτάς, ἐκεῖνος εἶναι ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με θέλει ἀγαπηθῆ ὑπὸ τοῦ Πατρὸς μου, καὶ ἐγὼ θέλω ἀγαπήσει αὐτὸν καὶ θέλω φανερώσει ἐμαυτὸν εἰς αὐτόν.

Λέγει πρὸς αὐτὸν ὁ Ἰούδας, οὐχὶ ὁ Ἰσκαριώτης· Κύριε, τί συμβαίνει ὅτι μέλλεις νὰ φανερώσῃς σεαυτὸν εἰς ἡμᾶς καὶ οὐχὶ εἰς τὸν κόσμον;

Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπε πρὸς αὐτόν· Ἐὰν τις μὲ ἀγαπᾷ, τὸν λόγον μου θέλει φυλάξει, καὶ ὁ Πατήρ μου θέλει ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν θέλομεν ἐλθεῖ καὶ ἐν αὐτῷ θέλομεν κατοικήσει.

Ὁ μή ἀγαπῶν με τοὺς λόγους μου δὲν φυλάττει· καὶ ὁ λόγος, τὸν ὁποῖον ἀκούετε, δὲν εἶναι ἰδικὸς μου, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.

Ταῦτα ἐλάλησα πρὸς ἐσᾶς ἐνῷ εὑρίσκομαι μεθ᾿ ὑμῶν·

ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἃγιον, τὸ ὁποῖον θέλει πέμψει ὁ Πατήρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος θέλει σᾶς διδάξει πάντα καὶ θέλει σᾶς ὑπενθυμίσει πάντα ὅσα εἶπον πρὸς ἐσᾶς.

Εἰρήνην ἀφίνω εἰς ἐσᾶς, εἰρήνην τὴν ἐμήν δίδω εἰς ἐσᾶς· οὐχὶ καθὼς ὁ κόσμος δίδει, σᾶς δίδω ἐγώ. Ἄς μή ταράττηται ἡ καρδία σας μηδὲ ἄς δειλιᾷ.

Ἠκούσατε ὅτι ἐγὼ σᾶς εἶπον, Ὑπάγω καὶ ἔρχομαι πρὸς ἐσᾶς. Ἐὰν μὲ ἠγαπᾶτε, ἠθέλετε χαρῆ ὅτι εἶπον, Ὑπάγω πρὸς τὸν Πατέρα· διότι ὁ Πατήρ μου εἶναι μεγαλήτερός μου·

καὶ τώρα σᾶς εἶπον πρὶν γείνῃ, διὰ νὰ πιστεύσητε ὅταν γείνῃ.

Δὲν θέλω πλέον λαλήσει πολλὰ μεθ᾿ ὑμῶν· διότι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου· καὶ δὲν ἔχει οὐδὲν ἐν ἐμοί.

Ἀλλὰ διὰ νὰ γνωρίσῃ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς μὲ προσέταξεν ὁ Πατήρ, οὕτω κάμνω. Ἐγέρθητε, ἄς ὑπάγωμεν ἐντεῦθεν.

ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟ ΣΕ ΜΕΤΑΦΡΑΣΗ: (Ιω. 14,1, 14,31)

Αρχικό Κείμενο: (Ιω. 14,1, 14,31)

Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.

ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·

καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.

καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.

Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;

λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.

εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾿ ἄρτι γινώσκετέ αὐτὸν καὶ ἑωράκατε αὐτόν.

Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν.

λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα;

οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.

πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.

ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι,

καὶ ὅτι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῶ υἱῷ.

ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.

᾿Εὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε,

καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα,

τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.

οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.

ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.

ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

Λέγει αὐτῷ ᾿Ιούδας, οὐχ ὁ ᾿Ισκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;

ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.

ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.

Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων

ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ ῞Αγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.

Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.

ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι·

καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε.

οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·

ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν.

Αρχικό Κείμενο: (Ιω. 14,1, 14,31)